Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.247 Joseph. AJ 15.253 (English) >>Joseph. AJ 15.259

15.251εὐθὺς οὖν ἐξήγγειλαν πέμψαντες ἐκείνῳ τὴν γνώμην τῆς Ἀλεξάνδρας. δὲ τὴν μὲν οὐδὲν ἀναβαλλόμενος ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις καὶ σὺν κακοπαθείᾳ διαφυγὼν τὴν νόσον χαλεπὸς ἦν ψυχῇ καὶ σώματι κεκακωμένος ὁμοῦ πρὸς τὸ δυσάρεστον καὶ πάσαις ταῖς αἰτίαις ἑτοιμοτέρως εἰς τιμωρίαν τῶν ὑποπεσόντων ἐχρῆτο. 15.252φονεύει δὲ καὶ τοὺς ἀναγκαιοτάτους αὐτῷ φίλους Κοστόβαρον καὶ Λυσίμαχον καὶ τὸν Γαδία καλούμενον Ἀντίπατρον ἔτι δὲ Δοσίθεον ἐξ αἰτίας τοιαύτης· 15.253

Κοστόβαρος ἦν γένει μὲν Ἰδουμαῖος, ἀξιώματος τῶν πρώτων παρʼ αὐτοῖς καὶ προγόνων ἱερατευσάντων τῷ Κωζαι· θεὸν δὲ τοῦτον Ἰδουμαῖοι νομίζουσιν. 15.254Ὑρκανοῦ δὲ τὴν πολιτείαν αὐτῶν εἰς τὰ Ἰουδαίων ἔθη καὶ νόμιμα μεταστήσαντος Ἡρώδης παραλαβὼν τὴν βασιλείαν ἄρχοντα τῆς Ἰδουμαίας καὶ Γάζης ἀποδείκνυσιν τὸν Κοστόβαρον καὶ δίδωσιν αὐτῷ τὴν ἀδελφὴν Σαλώμην Ἰώσηπον ἀνελὼν τὸν εἰληφότα πρότερον αὐτήν, ὡς ἐδηλώσαμεν. 15.255Κοστόβαρος δὲ τούτων τυχὼν ἀσμένως καὶ παρὰ δόξαν ἤρθη μᾶλλον ὑπὸ τῆς εὐτυχίας καὶ κατὰ μικρὸν ἐξέβαινεν, οὔθʼ αὑτῷ καλὸν ἡγούμενος ἄρχοντος Ἡρώδου τὸ προσταττόμενον ποιεῖν οὔτε τοῖς Ἰδουμαίοις τὰ Ἰουδαίων μεταλαβοῦσιν ὑπʼ ἐκείνοις εἶναι. 15.256καὶ διαπέμπεται πρὸς Κλεοπάτραν τὴν Ἰδουμαίαν φάμενος ἀεὶ τῶν ἐκείνης προγόνων γεγενῆσθαι, καὶ διὰ τοῦτʼ εἶναι δίκαιον αἰτεῖσθαι παρʼ Ἀντωνίου τὴν χώραν· αὐτὸς γὰρ ἕτοιμος εἶναι μεταφέρειν τὴν εὔνοιαν εἰς ἐκείνην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.247 Joseph. AJ 15.253 (English) >>Joseph. AJ 15.259

Powered by PhiloLogic